Το Εκκλησιαστικό Ορθόδοξο blog Καινή Κτίση, θα σας ενημερώνει με Εκκλησιαστικές Ειδήσεις, Άρθρα, Κηρύγματα, Βίους των Αγίων και Βίντεο Θρησκευτικού ενδιαφέροντος.
Σάββατο 31 Ιουλίου 2021
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (31/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (31/7)
Σήμερα 31/7 εορτάζουν:
- Όσιος Ευδόκιμος ο Δίκαιος
- Άγιος Ιωσήφ ο από Αριμαθαίας
- Άγιοι Δώδεκα Μάρτυρες οι Ρωμαίοι
- Ανάμνηση Εγκαινίων του Ναού της Θεοτόκου στις Βλαχερναίς και Προεόρτια Προόδου Τιμίου Σταυρού
- Ανακομιδή Ιερών Λειψάνων του Αγίου Φιλίππου του Αποστόλου
- Άγιος Ανώνυμος Κρητικός Νεομάρτυρας
Ἀποστολικό Ἀνάγνωσμα (31/7)
Ἀποστολικό Ἀνάγνωσμα (31/7)
Ἀπόστολος: ἡμέρας, Σάβ. ς΄ ἑβδ. ἐπιστολῶν (Ῥωμ. θ΄ 1-6)
Αλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, 2 ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3 ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, 4 οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ.
Εὐαγγελικό Ἀνάγνωσμα (31/7)
Εὐαγγελικό Ἀνάγνωσμα (31/7)
Εὐαγγέλιον: ἡμέρας, Σαβ. ς΄ ἑβδ. Ματθαίου (Ματθ. θ΄ 18-26)
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 Καὶ ἰδοὺ γυνή, αἱμορροοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· 21 ἔλεγε γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. 22 ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς· 24 ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
Παρασκευή 30 Ιουλίου 2021
Συνάντηση Αρχιεπισκόπου με την Αναπληρώτρια Πρωθυπουργό του Λιβάνου
Πατρολογία
Όσιος Μάξιμος ο Καψοκαλύβης – Απόσπασμα από το βίο του Οσίου Μαξίμου του Καψοκαλύβη. (Φιλοκαλία των Ιερών Νηπτικών, Τόμος E΄).
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (30/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (30/7)
Σήμερα 30/7 εορτάζουν:
- Άγιοι Σίλας, Σιλουανός, Επαινετός, Κρήσκης και Ανδρόνικος οι Απόστολοι
- Αγία Ιουλίττη από την Καισαρεία
Ἀποστολικό Ἀνάγνωσμα (30/7)
Ἀποστολικό Ἀνάγνωσμα (30/7)
Ἀπόστολος: ἀποστόλου Σίλα, Σαβ. ε΄ ἑβδ. Πράξεων (Πραξ. ιε΄ 35-41)
35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν ἐπικαλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. 39 ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
Εὐαγγελικό Ἀνάγνωσμα (30/7)
Εὐαγγελικό Ἀνάγνωσμα (30/7)
Εὐαγγέλιον: ἡμέρας, Παρ. ς΄ ἑβδ. Ματθαίου (Ματθ. ιγ΄ 44-54)
44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. 47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε. 52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
Πέμπτη 29 Ιουλίου 2021
Πατρολογία
Άγνωστος μοναχός – Όλοι οι Χριστιανοί πρέπει να προσεύχονται ακατάπαυστα. (Φιλοκαλία των Ιερών Νηπτικών, Τόμος E΄).
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (29/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (29/7)
Σήμερα 29/7 εορτάζουν:
- Άγιος Καλλίνικος
- Άγιος Θεοδόσιος ο Νέος (ή Μικρός) ο Ευσεβής Βασιλιάς
- Αγία Θεοδότη και τα τρία παιδιά της
- Άγιος Μάμας
- Άγιος Βασιλίσκος ο γέρων
- Άγιος Κωνσταντίνος, Πατριάρχης Κωνσταντινούπολης
- Άγιοι Πατέρας, Μητέρα και τα δύο Παιδιά τους
- Άγιος Ιωάννης ο στρατιώτης
- Άγιοι Βενιαμίν και Βηρίος
- Άγιος Ιωάννης ο μάρτυρας
Ἀποστολικό Ἀνάγνωσμα (29/7)
Ἀποστολικό Ἀνάγνωσμα (29/7)
Ἀπόστολος: τῆς ἡμέρας, Πέμ. ς΄ ἑβδ. ἐπιστολῶν (Α΄ Κορ. γ΄ 18-23)
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. 21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22 εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
Εὐαγγελικό Ἀνάγνωσμα (29/7)
Εὐαγγελικό Ἀνάγνωσμα (29/7)
Εὐαγγέλιον: ἡμέρας, Πέμ. ς΄ ἑβδ. Ματθαίου (Ματθ. ιγ΄ 36-43)
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Τετάρτη 28 Ιουλίου 2021
Πατρολογία
Άγιος Κάλλιστος και Άγιος Ιγνάτιος (οι Ξανθόπουλοι) – Σύντομη βιογραφία. (Φιλοκαλία των Ιερών Νηπτικών, Τόμος E΄).
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (28/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (28/7)
Σήμερα 28/7 εορτάζουν:
- Άγιοι Πρόχορος, Νικάνωρ, Τίμων και Παρμενάς οι Απόστολοι και Διάκονοι
- Οσία Ειρήνη η Χρυσοβαλάντου
- Άγιος Ευστάθιος που μαρτύρησε στην Άγκυρα
- Άγιος Ακάκιος
- Αγία Δροσίς
- Ανάμνηση των εγκαινίων του Ναού της Υπεραγίας Θεοτόκου εν τοις Διακονίσσης
- Όσιος Παύλος ο Ξηροποταμινός
- Άγιος Αυξέντιος ο εν Λαοδικεία Φρυγίας μάρτυρας
- Όσιος Δανιήλ ο θαυματουργός
- Όσιος Μωησής ο θαυματουργός
Ἀποστολικό Ἀνάγνωσμα (28/7)
Ἀποστολικό Ἀνάγνωσμα (28/7)
Ἀπόστολος: Κυρ. μυροφόρων (Πράξ. ς΄ 1-7)
Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Εὐαγγελικό Ἀνάγνωσμα (28/7)
Εὐαγγελικό Ἀνάγνωσμα (28/7)
Εὐαγγέλιον: ἡμέρας, Τετ. ς΄ ἑβδ. Ματθαίου (Ματθ. ιγ΄ 31-36)
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον πάντων τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. 33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς, 35 ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. 36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
Τρίτη 27 Ιουλίου 2021
Ανακοίνωση για τη ματαίωση της επισκέψεως του Οικουμενικού Πατριάρχου στην Κούβα και στη Γουατεμάλα
Ἀνακοινοῦται διά τοῦ παρόντος ὅτι διά τεχνικούς λόγους ματαιώθηκε ἡ ἐπίσκεψη τῆς Α.Θ.Παναγιότητος τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ.κ. Βαρθολομαίου στήν Κούβα καί στή Γουατεμάλα πού ἐπρόκειτο νά γίνῃ τόν προσεχῆ Νοέμβριο.
Πατρολογία
Άγιος Κάλλιστος και Άγιος Ιγνάτιος (οι Ξανθόπουλοι). Μέθοδος και κανόνας ακριβής για όσους διαλέγουν την ησυχαστική ζωή. (Φιλοκαλία των Ιερών Νηπτικών, Τόμος E΄).
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (27/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (27/7)
Σήμερα 27/7 εορτάζουν:
- Άγιος Παντελεήμων ο Μεγαλομάρτυς και Ιαματικός
- Οσία Ανθούσα η ομολογήτρια
- Άγιος Τυφλός
- Άγιοι Εκατό πενήντα τρείς Μάρτυρες από τη Θράκη
- Όσιος Μανουήλ
- Άγιος Χριστόδουλος ο εκ Kασσάνδρας που μαρτύρησε στη Θεσσαλονίκη
- Άγιος Νικόλαος του Νόβγκοροντ
Ἀποστολικό Ἀνάγνωσμα (27/7)
Ἀποστολικό Ἀνάγνωσμα (27/7)
Ἀπόστολος: τοῦ ἁγίου, 26 Ὀκτωβρίου (Β΄ Τιμ. β΄ 1-10)
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
Εὐαγγελικό Ἀνάγνωσμα (27/7)
Εὐαγγελικό Ἀνάγνωσμα (27/7)
Εὐαγγέλιον: τοῦ Ἁγίου, 23 Ἀπριλίου (Ἰω. ιε΄ 17-ις΄ 2)
17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.
ις΄ 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δευτέρα 26 Ιουλίου 2021
Ο ΥΠΟΥΡΓΟΣ ΕΞΩΤΕΡΙΚΩΝ ΤΗΣ ΚΥΠΡΟΥ ΕΠΙΣΚΕΠΤΕΤΑΙ ΤΟΝ ΝΑΟΝ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
Τήν μεσημβρίαν τῆς Δευτέρας, 13ης/26ης Ἰουλίου 2021, ὁ Ὑπουργός Ἐξωτερικῶν τῆς Κύπρου κ. Νῖκος Χριστοδουλίδης μετά συνοδείας αὐτοῦ, εὑρισκόμενος εἰς ἐθνικήν ἀποστολήν εἰς Ἰσραήλ, ἐπεσκέφθη τόν Ναόν τῆς Ἀναστάσεως.
Οικουμενικός Πατριάρχης: “Οι Ορθόδοξοι Χριστιανοί της Πόλεως, όσοι είμεθα, όποιοι είμεθα, είμεθα μία οικογένεια”
Ο Παναγιώτατος χοροστάτησε στον πανηγυρίζοντα Ναό της Αγίας Παρασκευής Πικριδίου
“H Αγία Οσιοπαρθενομάρτυς Παρασκευή, η οποία ιδιαιτέρως τιμάται από τους ευσεβείς Χριστιανούς όχι μόνον της Πόλεως, αλλά και της Ρουμανίας, μαζί με την Οσία Παρασκευή την Επιβατηνή, κατέστη κρίκος συνδετικός της Μητρός Εκκλησίας Κωνσταντινουπόλεως μετά των ενταύθα Ρουμάνων πιστών”, ανέφερε ο Οικουμενικός Πατριάρχης Βαρθολομαίος, στην ομιλία του, μετά τη Θεία Λειτουργία, στην οποία χοροστάτησε σήμερα, Δευτέρα, 26 Iουλίου 2021, στον πανηγυρίζοντα Ι. Ν. Αγίας Παρασκευής Πικριδίου, που έχει παραχωρηθεί από το Πατριαρχείο προς εξυπηρέτηση της Ρουμανόφωνης παροικίας της Πόλεως. “Η κανονική παράδοσις της Ορθοδόξου Εκκλησίας ορίζει ότι εις κάθε πόλιν πρέπει να υπάρχη ένας μόνον κυριάρχης Επίσκοπος, ο οποίος είναι ο πνευματικός πατήρ όλων των πιστών, όλων των Ορθοδόξων που ζούν εις αυτήν την πόλιν, ανεξαρτήτως εθνοτικής καταγωγής”, επισήμανε ο Παναγιώτατος και συνέχισε: “Συνεπείς τηρηταί της Ορθοδόξου κανονικής τάξεως και εκκλησιολογίας, όλοι εμείς οι Ορθόδοξοι Χριστιανοί της Πόλεως, όσοι είμεθα, όποιοι είμεθα, είμεθα μία οικογένεια, η οποία τελεί υπό τον Αρχιεπίσκοπον Κωνσταντινουπόλεως, τον Ποιμενάρχην των ενταύθα Ρωμιών, Ρουμάνων, Ρώσων, Ουκρανών, Βουλγάρων, Γεωργιανών. Όλοι είσθε τέκνα πεφιλημένα του Οικουμενικού σας Πατριάρχου”.
Ἀποστολικό Ἀνάγνωσμα (26/7)
Ἀποστολικό Ἀνάγνωσμα (26/7)
Ἀπόστολος: τῆς ἁγίας, Πέμ. ιε΄ ἑβδ. ἐπιστολῶν (Γαλ. γ΄ 23-δ΄ 5)
23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.
δ΄ 1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Εὐαγγελικό Ἀνάγνωσμα (26/7)
Εὐαγγελικό Ἀνάγνωσμα (26/7)
Εὐαγγέλιον: τῆς ἁγίας, Δευτ. ιε΄ ἑβδ. Ματθαίου (Μαρκ. ε΄ 24-34)
24 καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 Καὶ γυνή τις οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. 29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Κυριακή 25 Ιουλίου 2021
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (25/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (25/7)
Σήμερα 25/7 εορτάζουν:
- Κοίμηση της Αγίας Άννας Μητέρας της Υπεραγίας Θεοτόκου
- Οσία Ολυμπιάδα η Διακόνισσα
- Οσία Ευπραξία
- Άγιοι Εκατόν εξήντα πέντε Πατέρες της Ε’ Οικουμενικής Συνόδου
- Άγιοι Σάκτος, Ματούρος, Άτταλος και Βλανδίνα
- Άγιος Ηλίας Αρχιεπίσκοπος Θεσσαλονίκης
- Όσιος Γρηγόριος Καλλίδης
- Όσιος Μακάριος Ζελτοβόδας ο Θαυματουργός
- Άγιος Ζαχαρίας Επίσκοπος Λευκάδος
Ἀποστολικό Ἀνάγνωσμα (25/7)
Ἀποστολικό Ἀνάγνωσμα (25/7)
Ἀπόστολος: τῆς ἁγίας, 23 Σεπτ. (Γαλ. δ΄ 22-27)
22 […] Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· 25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Εὐαγγελικό Ἀνάγνωσμα (25/7)
Εὐαγγελικό Ἀνάγνωσμα (25/7)
Εὐαγγέλιον: Κυρ. ε΄ Ματθαίου (Ματθ. η΄ 28-θ΄ 1)
28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Σάββατο 24 Ιουλίου 2021
Μήνυμα της Α. Θ. Παναγιότητος του Οικουμενικού Πατριάρχου κ.κ. Βαρθολομαίου προς την 28ην Γενικήν Συνέλευσιν της Διακοινοβουλευτικής Συνελεύσεως της Ορθοδοξίας
Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ χαίρετε!
Μὲ ἀμέριστον ἐνδιαφέρον καὶ μὲ τὴν ὀφειλομένην προσοχὴν παρακολουθοῦντες πάντοτε ἀπὸ τὸ ἐν Κωνσταντινουπόλει Σεπτὸν Κέντρον τῆς Ἐκκλησίας τὴν ὅλην δραστηριότητα καὶ τὰς εὐγενεῖς πρωτοβουλίας τῆς ὑμετέρας «Διακοινοβουλευτικῆς Συνελεύσεως τῆς Ὀρθοδοξίας», οὐ παύομεν δεόμενοι τοῦ Κυρίου Παντοκράτορος ὑπὲρ ὑμῶν καὶ τοῦ σπουδαίου ἔργου ὑμῶν, ὡς καὶ ὑπὲρ τῶν Κοινοβουλίων καὶ τῶν Κρατῶν ἅτινα ἐκπροσωπεῖτε, ἀπονέμοντες ὑμῖν ἑκάστοτε τὴν Πατριαρχικὴν ἡμῶν εὐλογίαν καὶ εὐχήν, ἐν ἀγάπῃ ἐκτενεῖ καὶ βαθείᾳ.
Πατρολογία
Εκλογή από τους αγίους Πατέρες περί προσευχής και προσοχής. (Φιλοκαλία των Ιερών Νηπτικών, Τόμος E΄).
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (24/7)
ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (24/7)
Σήμερα 24/7 εορτάζουν:
- Αγία Χριστίνα η μεγαλομάρτυς
- Άγιος Θεόφιλος ο Νεομάρτυρας από τη Ζάκυνθο
- Άγιος Καπίτων
- Άγιος Υμέναιος
- Άγιος Ερμογένης
- Άγιος Αθανάσιος από την Κίο
- Άγιος Αθηναγόρας ο Αθηναίος ο Απολογητής
- Όσιος Συμεών ο Νεοφανής, Θεσσαλονικεύς
- Άγιοι Μπορίσος και Γλιέβος οι Μάρτυρες
- Άγιος Σαλομπτίνος επίσκοπος Ιεροσολύμων
Ἀποστολικό Ἀνάγνωσμα (24/7)
Ἀποστολικό Ἀνάγνωσμα (24/7)
Ἀπόστολος: ἡμέρας, Σάβ. ε΄ ἑβδ. ἐπιστολῶν (Ῥωμ. η΄ 14-21)
14 ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. 15 οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ. 16 αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. 17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. 18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. 20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι 21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.
Εὐαγγελικό Ἀνάγνωσμα (24/7)
Εὐαγγελικό Ἀνάγνωσμα (24/7)
Εὐαγγέλιον: ἡμέρας, Σάβ. ε΄ ἑβδ. Ματθαίου (Ματθ. θ΄ 9-13)
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.