Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις· ὃν λογίζομαι
καὶ τοὺς ἀθέους ἐντρέπεσθαι.
ἀγαπῶν ὑμᾶς φείδομαι συντονώτερον ἐπιστεῖλαι, ἵνα μὴ δόξω τισὶν εἶναι
προσάντης ἢ ἐπιδεής. δέδεμαι μὲν διὰ Χριστόν, ἀλλ' οὐδέπω Χριστοῦ ἄξιός
εἰμι· ἐὰν δὲ τελειωθῶ, τάχα γενήσομαι.
Oὐχ ὡς ἀπόστολος διατάσσομαι, ἀλλ' ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. καλὸν δὲ τὸ ἐν κυρίῳ καυχᾶσθαι. κἂν ἐρρωμένος ὦ τὰ
κατὰ θεόν, πλέον με δεῖ φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς εἰκῆ φυσιοῦσί
με· οἱ γάρ με ἐπαινοῦντες μαστιγοῦσιν.
ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ' οὐκ οἷδα, εἰ ἄξιός εἰμι· τὸ γὰρ ζῆλος τοῦ
ἐχθροῦ πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν
ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου ὁ διάβολος.
Mὴ γὰρ οὐκ ἐδυνάμην ὑμῖν μυστικώτερα γράψαι; ἀλλὰ φοβοῦμαι,
μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶμαι καὶ σύγγνωτέ μοι, μὴ οὐ
δυνηθέντες χωρῆσαι τὴν ἐνέργειαν στραγγαλωθῆτε.
καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς
ἀγγελικὰς τάξεις καὶ τὰς τῶν ἀρχαγγέλων καὶ στρατιῶν ἐξαλλαγάς,
δυνάμεών τε καὶ κυριοτήτων διαφοράς, θρόνων τε καὶ ἐξουσιῶν
παραλλαγὰς αἰώνων τε μεγαλότητας, τῶν τε Χερουβεὶμ καὶ Σεραφεὶμ τὰς
ὑπεροχάς, τοῦ τε πνεύματος τὴν ὑψηλότητα καὶ τοῦ κυρίου τὴν βασιλείαν
καὶ ἐπὶ πᾶσιν τὸ τοῦ παντοκράτορος θεοῦ ἀπαράθετον· ταῦτα γινώσκων
ἐγὼ οὐ πάντως ἤδη τετελείωμαι ἢ μαθητής εἰμι, οἷς Παῦλος καὶ Πέτρος·
πολλὰ γάρ μοι λείπει, ἵνα θεοῦ μὴ ἀπολειφθῶ.
Παρακαλῶ οὖν ὑμᾶς οὐκ ἐγώ, ἀλλ' ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ, ἵνα τὸ
αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ᾖτε δὲ κατηρτισμένοι τῇ
αὐτῇ γνώμῃ καὶ τῷ αὐτῷ νοΐ.
εἰσὶ γάρ τινες ματαιολόγοι καὶ φρεναπάται, οὐ Χριστιανοί, ἀλλὰ
χριστέμποροι, ἀπάτῃ περιφέροντες τὸ ὄνομα Χριστοῦ καὶ καπηλεύοντες
τὸν λόγον τοῦ εὐαγγελίου καὶ τὸν ἰὸν προσπλέκοντες τῆς πλάνης τῇ
γλυκείᾳ προσηγορίᾳ, ὥσπερ οἰνομέλιτι κώνειον κεραννύντες, ἵνα ὁ πίνων
τῇ γλυκυτάτῃ κλαπεὶς ποιότητι τὴν γευστικὴν αἴσθησιν ἀφυλάκτως τῷ
θανάτῳ περιπαρῇ. παραινεῖ τις τῶν παλαιῶν· Mηδεὶς ἀγαθὸς λεγέσθω
κακῷ τὸ ἀγαθὸν κεραννύς.
λέγουσι γὰρ Χριστόν, οὐχ ἵνα Χριστὸν κηρύξωσιν, ἀλλ' ἵνα Χριστὸν ἀθετήσωσιν· καὶ οὐ νόμον προφέρουσιν, ἵνα νόμον συστήσωσιν, ἀλλ' ἵνα
ἀνομίαν καταγγείλωσιν· τὸν μὲν γὰρ Χριστὸν ἀλλοτριοῦσι τοῦ πατρός,
τὸν δὲ νόμον τοῦ Χριστοῦ. τὴν ἐκ παρθένου γέννησιν διαβάλλουσιν,
ἐπαισχυνόμενοι τὸν σταυρὸν τὸ πάθος ἀρνοῦνται καὶ τὴν ἀνάστασιν οὐ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου