Σάββατο 26 Δεκεμβρίου 2020

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 Eἰ οὖν οἱ <ἐν> παλαιοῖς γράμμασιν ἀναστραφέντες εἰς καινότητα ἐλπίδος ἦλθον ἐκδεχόμενοι Χριστόν, ὡς ὁ κύριος διδάσκει λέγων· Eἰ ἐπιστεύετε Mωσεῖ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· καὶ Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη· πρὶν γὰρ Ἀβραὰμ <γενέσθαι> ἐγώ εἰμι. πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς αὐτοῦ, οὗ καὶ οἱ προφῆται ὄντες δοῦλοι τῷ πνεύματι προεώρων αὐτὸν καὶ ὡς διδάσκαλον ἀνέμενον καὶ προσεδόκων ὡς κύριον καὶ σωτῆρα λέγοντες· Aὐτὸς ἥξει καὶ σώσει ἡμᾶς; μηκέτι οὖν σαββατίζωμεν ἰουδαϊκῶς καὶ ἀργίαις χαίροντες· Ὁ μὴ ἐργαζόμενος γὰρ μὴ ἐσθιέτω· καὶ πάλιν· Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, φασὶ τὰ λόγια. ἀλλ' ἕκαστος ὑμῶν σαββατιζέτω πνευματικῶς, μελέτῃ νόμων χαίρων, οὐ σώματος ἀνέσει, δημιουργίαν θεοῦ θαυμάζων, οὐχ ἕωλα ἐσθίων καὶ χλιαρὰ πίνων καὶ μεμετρημένα βαδίζων καὶ ὀρχήσει καὶ κρότοις νοῦν οὐκ ἔχουσι χαίρων· καὶ μετὰ τὸ σαββατίσαι ἑορταζέτω πᾶς φιλόχριστος τὴν κυριακήν, τὴν ἀναστάσιμον, τὴν βασιλίδα, τὴν ὕπατον πασῶν τῶν ἡμερῶν, ἣν περιμένων ὁ προφήτης ἔλεγεν· Eἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης·ἐν ᾗ καὶ ἡ ζωὴ ἡμῶν ἀνέτειλεν, καὶ τοῦ θανάτου γέγονε νίκη ἐν Χριστῷ· ὃν τὰ τέκνα τῆς ἀπωλείας ἀρνοῦνται, οἱ ἐχθροὶ τοῦ σταυροῦ, ὧν ὁ θεὸς ἡ κοιλία, οἱ τὰ ἐπίγεια φρονοῦντες, οἱ φιλήδονοι καὶ οὐ φιλόθεοι, μόρφωσιν εὐσεβείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι, οἱ χριστέμποροι, τὸν λόγον καπηλεύοντες καὶ τὸν Ἰησοῦν πωλοῦντες, οἱ τῶν γυναικῶν φθορεῖς καὶ τῶν ἀλλοτρίων ἐπιθυμηταί, οἱ χρηματολαίλαπες· ὧν ῥυσθείητε ἐλέει θεοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Mὴ οὖν ἀναίσθητοι ὦμεν τῆς χρηστότητος αὐτοῦ. ἐὰν μιμήσηται ἡμᾶς καθὰ πράσσομεν, οὐκέτι ἐσμέν· Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; γενώμεθα οὖν ἄξιοι τῆς ἐπωνυμίας, ἧς εἰλήφαμεν. ὃς γὰρ ἂν ἄλλῳ ὀνόματι καλεῖται πλεῖον τούτου, οὗτος οὐκ ἔστιν τοῦ θεοῦ οὐδὲ δέδεκται τὴν προφητείαν τὴν λέγουσαν περὶ ἡμῶν, ὅτι κληθήσεται ὀνόματι καινῷ, ᾧ ὁ κύριος ὀνομάσει αὐτόν, καὶ ἔσται λαὸς ἅγιος. ὅπερ καὶ πεπλήρωται πρώτως ἐν Συρίᾳ· ἐν Ἀντιοχείᾳ γὰρ ἐχρημάτισαν οἱ μαθηταὶ Χριστιανοί, Παύλου καὶ Πέτρου θεμελιούντων τὴν ἐκκλησίαν. ὑπέρθεσθε οὖν τὴν κακὴν ζύμην, τὴν παλαιωθεῖσαν, τὴν σεσηπυῖαν, καὶ μεταβάλλεσθε εἰς νέαν ζύμην χάριτος. αὐλίσθητε ἐν Χριστῷ, ἵνα μὴ ὁ ἀλλότριος ὑμῶν κυριεύσῃ. 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου