Κυριακή 27 Δεκεμβρίου 2020

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 ἄτοπόν ἐστιν Ἰησοῦν Χριστὸν λαλεῖν ἐπὶ γλώσσης, καὶ τὸν παυσθέντα Ἰουδαϊσμὸν ἐπὶ διανοίας ἔχειν· ὁ γὰρ Χριστιανισμὸς οὐκ εἰς τὸν Ἰουδαϊσμὸν ἐπίστευσεν, ἀλλ' ὁ Ἰουδαϊσμὸς εἰς τὸν Χριστιανισμόν, εἰς ὃν πᾶν ἔθνος πιστεῦσαν καὶ πᾶσα γλῶσσα ἐξομολογησαμένη εἰς θεὸν συνήχθη· καὶ γέγοναν οἱ λιθώδεις τῇ καρδίᾳ τέκνα τοῦ θεοῦ φίλου Ἀβραάμ· καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογήθησαν πάντες οἱ τεταγμένοι εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ. Tαῦτα δέ, ἀγαπητοί μου, οὐκ ἐπέγνων τινὰς ἐξ ὑμῶν οὕτως ἔχοντας, ἀλλ' ὡς μικρότερος ὑμῶν θέλω προφυλάσσεσθαι ὑμᾶς, μὴ ἐμπεσεῖν εἰς τὰ ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν Χριστῷ, τῷ πρὸ πάντων μὲν αἰώνων γεννηθέντι παρὰ τοῦ πατρός, γεννωμένῳ δὲ ὕστερον ἐκ Mαρίας τῆς παρθένου δίχα ὁμιλίας ἀνδρός, καὶ πολιτευσαμένῳ ὁσίως καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσαντι ἐν τῷ λαῷ καὶ σημεῖα καὶ τέρατα ποιήσαντι ἐπ' εὐεργεσίᾳ ἀνθρώπων, καὶ τοῖς ἐξοκείλασιν εἰς πολυθεΐαν τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν καταγγείλαντι, τὸν ἑαυτοῦ πατέρα, καὶ τὸ πάθος ὑποστάντι καὶ πρὸς τῶν χριστοκτόνων Ἰουδαίων ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος καὶ Ἡρóδου βασιλέως καὶ σταυρὸν ὑπομείναντι καὶ ἀποθανόντι καὶ ἀναστάντι καὶ ἀνελθόντι εἰς τοὺς οὐρανοὺς πρὸς τὸν ἀποστείλαντα καὶ καθεσθέντι ἐν δεξιᾷ αὐτοῦ καὶ ἐρχομένῳ ἐπὶ συντελείᾳ τῶν αἰώνων μετὰ δόξης πατρικῆς, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ταῦτα ὁ γνοὺς ἐν πληροφορίᾳ καὶ πιστεύσας μακάριος· ὥσπερ οὖν καὶ ὑμεῖς φιλόθεοι καὶ φιλόχριστοί ἐστε ἐν πληροφορίᾳ τῆς ἐλπίδος ἡμῶν, ἧς ἐκτραπῆναι μηδενὶ ἡμῶν γένηται. Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὦ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὔκ εἰμι. οἶδα, ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ ἔχετε ἐν ἑαυτοῖς. καὶ μᾶλλον ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται· Δίκαιος ἑαυτοῦ κατήγορος, καί· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς, καί· Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα ὑμῖν, λέγετε, ὅτι δοῦλοί ἐσμεν ἀχρεῖοι· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα παρὰ θεῷ· ὁ θεὸς γάρ, φησίν, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. διὰ τοῦτο οἱ μεγάλοι ἐκεῖνοι Ἀβραὰμ καὶ Ἰὼβ γῆν καὶ σποδὸν ἔμπροσθεν τοῦ θεοῦ ἑαυτοὺς ἴσον ὠνόμαζον. καὶ ὁ Δαυίδ· Tίς εἰμι ἐγὼ ἐναντίον σοῦ, κύριε, ὅτι ἐδόξασάς με ἕως τούτου; καὶ Mωσῆς, ὁ παρὰ πάντας ἀνθρώπους πραότατος, λέγει πρὸς θεόν· Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ. ταπεινοφρονεῖτε οὖν καὶ αὐτοί, ἵνα ὑψωθῆτε· ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου