Δευτέρα 28 Δεκεμβρίου 2020

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 Σπουδάσατε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, κατευοδωθήσεται σαρκί τε καὶ πνεύματι, πίστει καὶ ἀγάπῃ, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου καὶ πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων. ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις, ὡς ὁ Χριστὸς τῷ πατρί, ἵνα ἕνωσις ᾖ κατὰ θεὸν ἐν ὑμῖν. Eἰδὼς ὑμᾶς πεπληρωμένους παντὸς ἀγαθοῦ, συντόμως παρεκάλεσα ὑμᾶς ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ. μνημονεύετέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν, ἵνα θεοῦ ἐπιτύχω, καὶ τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἧς οὐκ ἄξιός εἰμι καλεῖσθαι ἐπίσκοπος. ἐπιδέομαι γὰρ τῆς ἡνωμένης ὑμῶν ἐν θεῷ προσευχῆς καὶ ἀγάπης, εἰς τὸ ἀξιωθῆναι τὴν ἐν Συρίᾳ ἐκκλησίαν διὰ τῆς εὐταξίας ὑμῶν ποιμανθῆναι ἐν Χριστῷ. Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης, ὅθεν καὶ γράφω ὑμῖν, παρόντες εἰς δόξαν θεοῦ ὥσπερ καὶ ὑμεῖς, οἳ κατὰ πάντα με ἀνεπαύσατε ἅμα Πολυκάρπῳ. καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ Χριστοῦ ἀσπάζονται ὑμᾶς. ἔρρωσθε ἐν ὁμονοίᾳ, πνεῦμα κεκτημένοι ἀδιάκριτον ἐν Χριστῷ Ἰησοῦ διὰ θελήματος θεοῦ.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου