Κυριακή 3 Ιανουαρίου 2021

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 τῆς κακίας, τοὺς ἀνθρωπολάτρας, τοὺς Ἐβιωναίους, οὓς καὶ ἐπικαταράτους λέγει Ἱερεμίας ὁ προφήτης. φεύγετε καὶ τοὺς ἀκαθάρτους Nικολαΐτας, τοὺς ψευδωνύμους, τοὺς φιληδόνους, τοὺς συκοφάντας· οὐ γὰρ ἦν τοιοῦτος ὁ τῶν ἀποστόλων Nικόλαος. φεύγετε καὶ τὰ τοῦ πονηροῦ ἔγγονα Θεόδοτον καὶ Kλεόβουλον, τὰ γεννῶντα καρπὸν θανατηφόρον, οὗ ἐάν τις γεύσηται, παραυτίκα ἀποθνήσκει οὐ τὸν πρόσκαιρον θάνατον, ἀλλὰ τὸν αἰώνιον. οὗτοι οὔκ εἰσι φυτεία πατρός, ἀλλ' ἔγγονα κατηραμένα. πᾶσα δέ, φησὶν ὁ κύριος, φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ ἐπουράνιος, ἐκριζωθήτω. εἰ γὰρ ἦσαν τοῦ πατρὸς κλάδοι, οὐκ ἂν ἦσαν ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ τῶν ἀποκτεινάντων τὸν τῆς δόξης κύριον· νῦν δὲ τὸν σταυρὸν ἀρνούμενοι καὶ τὸ πάθος ἐπαισχυνόμενοι καλύπτουσι τὴν Ἰουδαίων παρανομίαν, τῶν θεομάχων, τῶν κυριοκτόνων· μικρὸν γὰρ εἰπεῖν προφητοκτόνων. ὑμᾶς δὲ παρακαλεῖ Χριστὸς εἰς τὴν αὐτοῦ ἀφθαρσίαν διὰ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἀναστάσεως, ὄντας μέλη αὐτοῦ. Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, ὧν οἱ ἡγούμενοί με κατὰ πᾶν ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι. παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ τῇ προσευχῇ· πρέπει γὰρ ὑμῖν τοῖς καθ' ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρὸς καὶ εἰς τιμὴν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων. εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἰς μαρτύριον ὦ ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε τῆς ἀφ' ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὗ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ. Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε <ἐν ταῖς προσευχαῖς> ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος τῶν ἐκεῖ. ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ, ὁμοίως καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις·καὶ οἱ κατὰ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ. ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ἐπικίνδυνός εἰμι, ἀλλὰ πιστὸς ὁ πατὴρ Ἰησοῦ Χριστοῦ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείημεν ἄμωμοι. ὀναίμην ὑμῶν ἐν κυρίῳ. 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου