Πατρολογία
ΠΡOΣ TOΥΣ EN TAΡΣΩι.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ σεσωσμένῃ ἐν Χριστῷ ἐκκλησίᾳ,
ἀξιεπαίνῳ καὶ ἀξιομνημονεύτῳ καὶ ἀξιαγαπητῷ, τῇ οὔσῃ ἐν
Tαρσῷ, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ
Χριστοῦ πληθυνθείη διὰ παντός.
Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, οὐχ ὑπὸ ἀλόγων θηρίων
βιβρωσκόμενος (ταῦτα γάρ, ὡς ἴστε, θεοῦ θελήσαντος ἐφείσαντο τοῦ
Δανιήλ), ὑπὸ δὲ ἀνθρωπομόρφων, οἷς ὁ ἀνήμερος θὴρ ἐμφωλεύων νύττει
με ὁσημέραι καὶ τιτρώσκει.
ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι τῶν δεινῶν, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν
ἐμαυτῷ, ὡς ἀγαπῶν αὐτὴν μᾶλλον ἢ τὸν κύριον. διὸ ἕτοιμός εἰμι πρὸς
πῦρ, πρὸς θηρία, πρὸς ξίφος, πρὸς σταυρόν, μόνον ἵνα τὸν Χριστὸν ἴδω
τὸν σωτῆρά μου καὶ θεόν, τὸν ὑπὲρ ἐμοῦ ἀποθανόντα.
παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος Χριστοῦ, ὁ διὰ γῆς καὶ θαλάσσης
ἐλαυνόμενος· στήκετε ἐν τῇ πίστει ἑδραῖοι, ὅτι ὁ δίκαιος ἐκ πίστεως
ζήσεται· γίνεσθε ἀκλινεῖς, ὅτι κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
Ἔγνων, ὅτι τινὲς τῶν τοῦ Σατανᾶ ὑπηρετῶν ἐβουλήθησαν ὑμᾶς
ταράξαι· οἱ μέν, ὅτι Ἰησοῦς δοκήσει ἐγεννήθη καὶ δοκήσει ἐσταυρώθη καὶ
δοκήσει ἀπέθανεν· οἱ δέ, ὅτι οὐκ ἔστιν υἱὸς τοῦ δημιουργοῦ· οἱ δέ, ὅτι
αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός· ἄλλοι δέ, ὅτι ψιλὸς ἄνθρωπός ἐστιν· ἕτεροι
δέ, ὅτι ἡ σὰρξ αὕτη οὐκ ἐγείρεται καὶ δεῖ τὸν ἀπολαυστικὸν βίον ζῆν καὶ
μετιέναι· τοῦτον γὰρ
εἶναι πέρας τῶν ἀγαθῶν τοῖς μετ' οὐ πολὺ φθαρησομένοις.
τοσούτων κακῶν ἐσμὸς εἰσεκώμασεν· ἀλλ' ὑμεῖς οὐδὲ πρὸς ὥραν εἴξατε
τῇ ὑποταγῇ αὐτῶν. Παύλου γάρ ἐστε πολῖται καὶ μαθηταί, τοῦ ἀπὸ
Ἱεροσολύμων καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ
εὐαγγέλιον καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέροντος.
Oὗ μεμνημένοι πάντως γινώσκετε, ὅτι Ἰησοῦς ὁ κύριος ἀληθῶς
ἐγεννήθη ἐκ Mαρίας, γενόμενος ἐκ γυναικός, καὶ ἀληθείᾳ ἐσταυρώθη.
ἐμοὶ γάρ, φησί, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου
Ἰησοῦ.
καὶ ἀληθείᾳ ἀπέθανε καὶ ἀνέστη· εἰ παθητὸς γάρ, φησίν, ὁ Χριστός, εἰ
πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν
ἐφάπαξ· ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου