Πέμπτη 28 Ιανουαρίου 2021

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 τὰ νῦν ὁ ἀξιομακάριστος Kλήμης, ὁ Πέτρου καὶ Παύλου ἀκουστής. καὶ νῦν προσέθηκας ἐπ' αὐτῷ ἑκατονταπλασίως, καὶ προσθείης γε ἔτι, ὦ αὕτη. σφόδρα ἐπεθύμουν ἐλθεῖν πρὸς ὑμᾶς, ὥστε συναναπαύσασθαι ὑμῖν. ἀλλ' οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ· ἐπέχει γάρ μου τὴν πρόθεσιν, οὐ συγχωροῦσα εἰς πέρας ἐλθεῖν ἡ στρατιωτικὴ φρουρά· ἀλλ' οὔτε ἐν οἷς εἰμι δρᾶν τι ἢ παθεῖν οἷός τε ἐγώ. διὸ δεύτερον τῆς ἐν φίλοις παραμυθίας τὸ γράμμα λογιζόμενος κατασπάζομαι τὴν ἱεράν σου ψυχήν, παρακαλῶν προσθεῖναι τῷ τόνῳ· ὁ γὰρ παρὼν πόνος ὀλίγος, ὁ δὲ προσδοκώμενος μισθὸς πολύς. Φεύγετε τοὺς ἀρνουμένους τὸ πάθος Χριστοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν. πολλοὶ δέ εἰσιν ἄρτι οἱ ταύτην νοσοῦντες τὴν ἀρρωστίαν. τὰ δὲ ἄλλα σοι παραινεῖν εὔηθες, κατηρτισμένῃ μὲν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, δυναμένῃ δὲ καὶ ἄλλους νουθετεῖν ἐν Χριστῷ. ἄσπασαι πάντας τοὺς ὁμοίως σοι ἀντεχομένους τῆς ἑαυτῶν σωτηρίας ἐν Χριστῷ. ἀσπάζονταί σε οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πρὸ πάντων ὁ ἱερὸς Ἥρων. ἀσπάζεταί σε Kασσιανὸς ὁ ξένος μου καὶ ἡ ἀδελφή μου ἡ γαμετὴ αὐτοῦ καὶ τὰ φίλτατα αὐτῶν τέκνα. ἐρρωμένην σε σαρκικὴν καὶ πνευματικὴν ὑγείαν ὁ κύριος ἁγιάσοι ἀεί, καὶ ἴδοιμί σε ἐν Χριστῷ τυγχάνουσαν τοῦ στεφάνου. 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου