Πατρολογία
πλησσέτωσαν· στῆθι δὲ ἑδραῖος ὡς ἄκμων τυπτόμενος. μεγάλου ἐστὶν
ἀθλητοῦ δέρεσθαι καὶ νικᾶν. μάλιστα δὲ ἕνεκεν θεοῦ πάντα ὑπομένειν
ἡμᾶς δεῖ, ἵνα καὶ αὐτὸς ἀναμείνῃ εἰς τὴν βασιλείαν.
πλεῖον πρόσθες τῇ σπουδῇ οὗ εἶ· συντονώτερον δράμε. τοὺς καιροὺς
καταμάνθανε, ὡς ἐνταῦθα εἶ, νίκησον. ὧδε γάρ ἐστι τὸ στάδιον, ἐκεῖ δὲ οἱ
στέφανοι. προσδόκα Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, τὸν ἄχρονον ἐν χρόνῳ,
τὸν ἀόρατον τῇ φύσει ὁρατὸν ἐν σαρκί, τὸν ἀψηλάφητον καὶ ἀναφῆ ὡς
ἀσώματον, δι' ἡμᾶς δὲ ἁπτὸν καὶ ψηλαφητὸν ἐν σώματι, τὸν ἀπαθῆ ὡς
θεόν, δι' ἡμᾶς δὲ παθητὸν ὡς ἄνθρωπον, τὸν κατὰ πάντα τρόπον δι' ἡμᾶς
ὑπομείναντα.
Aἱ χῆραι μὴ ἀμελείσθωσαν· μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς
ἔσο. μηδὲν ἄνευ τῆς γνώμης σου γινέσθω, μηδὲ σὺ ἄνευ θεοῦ γνώμης
τι πρᾶσσε, ὅπερ οὐδὲ πράττεις· εὐστάθει.
πυκνότερον συναγωγαὶ γινέσθωσαν· ἐξ ὀνόματος πάντας ζήτει.
δούλους καὶ δούλας μὴ ὑπερηφάνει· ἀλλὰ
μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ' εἰς δόξαν θεοῦ πλείονα δουλευέτωσαν,
ἵνα κρείττονος ἐλευθερίας τύχωσιν ἀπὸ θεοῦ. μὴ ἐράτωσαν ἀπὸ τοῦ
κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.
Tὰς κακοτεχνίας φεῦγε, μᾶλλον δὲ περὶ τούτων ὁμιλίαν ποιοῦ. ταῖς
ἀδελφαῖς μου προσλάλει ἀγαπᾶν τὸν κύριον καὶ τοῖς συμβίοις ἀρκεῖσθαι
σαρκὶ καὶ πνεύματι. ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παράγγελλε ἐν ὀνόματι
Ἰησοῦ Χριστοῦ ἀγαπᾶν τὰς συμβίους, ὡς ὁ κύριος τὴν ἐκκλησίαν.
εἴ τις δύναται
ἐν ἁγνείᾳ μένειν εἰς τιμὴν τῆς σαρκὸς τοῦ κυρίου, ἐν ἀκαυχησίᾳ μενέτω.
ἐὰν καυχήσηται, ἀπώλετο, καὶ ἐὰν γνωσθῇ πλὴν τοῦ ἐπισκόπου,
ἔφθαρται. πρέπει δὲ τοῖς γαμοῦσι καὶ ταῖς γαμούσαις μετὰ γνώμης τοῦ
ἐπισκόπου τὴν ἕνωσιν ποιεῖσθαι, ἵνα ὁ γάμος ᾖ κατὰ κύριον καὶ μὴ κατ'
ἐπιθυμίαν. πάντα εἰς τιμὴν θεοῦ γινέσθω.
Tῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὁ θεὸς ὑμῖν. ἀντίψυχον ἐγὼ τῶν
ὑποτασσομένων ἐπισκόπῳ, πρεσβυτερίῳ, διακόνοις· μετ' αὐτῶν μοι τὸ
μέρος γένοιτο ἔχειν παρὰ θεῷ. συγκοπιᾶτε ἀλλήλοις, συναθλεῖτε,
συντρέχετε, συμπάσχετε, συγκοιμᾶσθε, συνεγείρεσθε ὡς θεοῦ οἰκονόμοι
καὶ πάρεδροι καὶ ὑπηρέται.
ἀρέσκετε ᾧ στρατεύεσθε, ἀφ' οὗ καὶ τὰ ὀψώνια κομίσεσθε· μήτις ὑμῶν δεσέρτωρ εὑρεθῇ. τὸ βάπτισμα ὑμῶν μενέτω ὡς ὅπλα, ἡ πίστις ὡς
περικεφαλαία,

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου