Πατρολογία
τοῦ θεοῦ προφητείαν ἀκούει· Mὴ λέγε, ὅτι νεώτερός εἰμι, διότι
πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ καὶ κατὰ πάντα,
ὅσα ἂν ἐντείλωμαί σοι, λαλήσεις, ὅτι μετά σου ἐγώ εἰμι.
Σολομὼν δὲ ὁ σοφὸς δυοκαίδεκα τυγχάνων ἐτῶν συνῆκε τὸ μέγα
τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ τοῖς σφετέροις τέκνοις ζήτημα,
ὡς πάντα τὸν λαὸν ἐκστῆναι ἐπὶ τῇ τοσαύτῃ τοῦ παιδὸς σοφίᾳ
καὶ φοβηθῆναι οὐχ ὡς μειράκιον, ἀλλ' ὡς τέλειον ἄνδρα.
τὰ
δὲ αἰνίγματα τῆς Aἰθιόπων βασιλίδος, φορὰν ἔχοντα ὥσπερ τὰ
τοῦ Nείλου ·εύματα, οὕτως ἐπελύσατο, ὡς ἔξω ἑαυτῆς γενέσθαι
τὴν οὕτως σοφήν.
Ἰωσίας δὲ ὁ θεοφιλὴς ἄναρθρα σχεδὸν ἔτι φθεγγόμενος
ἐλέγχει τοὺς τῷ πονηρῷ πνεύματι κατόχους, ὡς ψευδολόγοι καὶ
λαοπλάνοι τυγχάνουσι, δαιμόνων τε ἐκκαλύπτει τὴν ἀπάτην καὶ
τοὺς οὐκ ὄντας θεοὺς παραδειγματίζει καὶ τοὺς ἱερωμένους αὐτοῖς
νηποινὶ κατασφάζει, βωμούς τε αὐτῶν ἀνατρέπει καὶ θυσιαστήρια νεκροῖς λειψάνοις μιαίνει τεμένη τε καθαιρεῖ καὶ τὰ ἄλση
ἐκκόπτει καὶ τὰς στήλας συντρίβει καὶ τοὺς τῶν ἀσεβῶν τάφους
ἀνορύττει, ἵνα μηδὲ σημεῖον ἔτι τῶν πονηρῶν ὑπάρχῃ· οὕτω τις
ζηλωτὴς ἦν τῆς εὐσεβείας καὶ τῶν ἀσεβῶν τιμωρός, ἔτι ψελλίζων
τῇ γλώττῃ.
Δαυὶδ δὲ ὁ προφήτης ὁμοῦ καὶ βασιλεύς, ἡ τοῦ
σωτηρίου κατὰ σάρκα ῥίζα, μειράκιον χρίεται ὑπὸ Σαμουὴλ εἰς
βασιλέα· φησὶν γάρ που αὐτός, ὅτι μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς
μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
Kαὶ ἐπιλείψει με ὁ χρόνος, εἰ πάντας ἀνιχνεύειν βουλοίμην τοὺς ἐν νεότητι εὐαρεστήσαντας θεῷ προφητείαν τε καὶ
ἱερωσύνην καὶ βασιλείαν ὑπὸ θεοῦ ἐγχειρισθέντας. ὑπομνήσεως
δὲ ἕνεκα αὐτάρκη καὶ τὰ εἰρημένα.
ἀλλά σε ἀντιβολῶ, μή
σοί τις περιττὴ εἶναι δόξω καὶ φανητιῶσα· οὐ γὰρ διδάσκουσά σε,
ἀλλ' ὑπομιμνήκουσα τὸν ἐμὸν ἐν θεῷ πατέρα τούτους παρεθέμην τοὺς λόγους· γινώσκω γὰρ τὰ ἑαυτῆς μέτρα καὶ οὐ συμπαρεκτείνω ἑαυτὴν τοῖς τηλικούτοις ὑμῖν.
ἀσπάζομαί σου τὸν
ἅγιον κλῆρον καὶ τὸν φιλόχριστόν σου λαὸν τὸν ὑπὸ τὴν σὴν κηδεμονίαν ποιμαινόμενον. πάντες οἱ παρ' ἡμῖν πιστοὶ προσαγορεύουσίν σε, ὑγιαίνειν με κατὰ θεὸν προσεύχου, μακάριε ποιμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου