Πατρολογία
ἐπεὶ τίς χρεία δεσμῶν, Χριστοῦ μὴ ἀποθανόντος; τίς χρεία ὑπομονῆς; τίς
χρεία μαστίγων; τί δήποτε Πέτρος μὲν ἐσταυροῦτο, Παῦλος δὲ καὶ
Ἰάκωβος μαχαίρᾳ ἐτέμνοντο, Ἰωάννης δὲ ἐφυγαδεύετο ἐν Πάτμῳ,
Στέφανος δὲ ἐν
λίθοις ἀνῃρεῖτο παρὰ τῶν κυριοκτόνων Ἰουδαίων; ἀλλ' οὐδὲν τούτων εἰκῆ·
ἀληθείᾳ γὰρ ἐσταυρώθη ὁ κύριος ὑπὸ τῶν δυσσεβῶν.
Kαὶ οὗτος ὁ γεννηθεὶς ἐκ γυναικὸς υἱός ἐστι τοῦ θεοῦ, καὶ ὁ σταυρωθεὶς
πρωτότοκος πάσης κτίσεως καὶ θεὸς λόγος, καὶ αὐτὸς ἐποίησε τὰ πάντα.
λέγει γὰρ ὁ ἀπόστολος· Eἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος
Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. καὶ πάλιν· Eἷς γὰρ θεὸς καὶ εἷς μεσίτης
θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, καί· Ἐν αὐτῷ ἐκτίσθη τὰ
πάντα, τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὁρατὰ καὶ ἀόρατα· καὶ αὐτός ἐστι πρὸ
πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
Kαὶ ὅτι οὐκ αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός, ἀλλ' υἱὸς ἐκείνου, λέγει·
Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν
ὑμῶν, καί· Ὅτε ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ
ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
οὐκοῦν ἕτερός ἐστιν ὁ ὑποτάξας καὶ ὁ ὢν τὰ πάντα ἐν πᾶσιν, καὶ ἕτερος,
ᾧ ὑπετάγη, ὃς καὶ μετὰ πάντων ὑποτάσσεται.
Kαὶ οὔτε ψιλὸς ἄνθρωπος ὁ δι' οὗ καὶ ἐν ᾧ γέγονε τὰ πάντα· πάντα γὰρ
δι' αὐτοῦ ἐγένετο. ἡνίκα ἐποίει τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἐκεῖ
ἤμην παρ' αὐτῷ ἁρμόζουσα, καὶ προσέχαιρέν μοι καθ' ἡμέραν.
πῶς δ' ἂν ὁ ψιλὸς ἄνθρωπος ἤκουσεν· Kάθου ἐκ δεξιῶν μου; πῶς δὲ καὶ
ἔλεγεν· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι; καί· Δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον
πρὸ τοῦ τὸν κόσμον γενέσθαι; ποῖος δὲ ἄνθρωπος ἔλεγεν· Kαταβέβηκα ἐκ
τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ
πέμψαντός με; περὶ ποίου δὲ ἀνθρώπου ἔλεγεν τό· Ἠν τὸ φῶς τὸ
ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ
κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·
εἰς τὰ
ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον;
πῶς οὖν ὁ τοιοῦτος ψιλὸς ἄνθρωπος καὶ ἐκ Mαρίας ἔχων τὴν ἀρχὴν τοῦ
εἶναι, ἀλλ' οὐχὶ θεὸς λόγος καὶ υἱὸς μονογενής; ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος,
καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. καὶ ἐν ἄλλοις· Kύριος
ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ
με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
Ὅτι δὲ καὶ ἀνίσταται τὰ σώματα ἡμῶν, λέγει· Ἀμὴν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου