Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος
θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ
ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν.
ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως
ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ
Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ.
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας
τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ
ἐπιλάθησθε. ὁ κύριος μεθ' ὑμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου