Κυριακή 14 Φεβρουαρίου 2021

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν· εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ' ἴσης δυνατόν. καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. εἰ γὰρ ᾔδεις, ὅτι υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ὁ ἐν τεσσαράκοντα ἡμέραις καὶ ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι κατ' ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος. Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Bάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα; καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα; Eἰ τοίνυν σὺ πάτημα τῶν ποδῶν τοῦ κυρίου, πῶς πειράζεις τὸν ἀπείραστον, ἐπιλαθόμενος τοῦ νομοθέτου παρακελευομένου, ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ἀλλὰ καὶ τολμᾷς, ἐναγέστατε, τὰ τοῦ θεοῦ ἔργα οἰκειοῦσθαι καί σοι παραδεδόσθαι λέγειν τὴν τούτων ἀρχήν· καὶ τὴν σὴν πτῶσιν προτείνεις τῷ κυρίῳ καὶ διδόναι τὰ αὐτοῦ αὐτῷ ἐπαγγέλλῃ, ἐὰν πεσὼν ἐπὶ τῆς γῆς προσκυνήσῃ σοι; καὶ πῶς οὐκ ἔφριξας τοιαύτην φωνὴν κατὰ τοῦ δεσπότου προήκασθαι, ὦ πάντων πονηρῶν πνευμάτων πονηρότερον ἐκ κακονοίας πνεῦμα; διὰ γαστρὸς ἡττήθης καὶ διὰ κενοδοξίας ἠτιμάσθης, διὰ φιλοχρηματίας καὶ φιλαρχίας εἰς ἀσέβειαν ἐφέλκῃ. σὺ ὁ Bελίαρ, ὁ δράκων, ὁ ἀποστάτης, ὁ σκο

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου