Πατρολογία
λιὸς ὄφις, ὁ τοῦ θεοῦ ἀποστάς, ὁ τοῦ Χριστοῦ χωρισθείς, ὁ τοῦ
ἁγίου πνεύματος ἀλλοτριωθείς, ὁ τοῦ χοροῦ τῶν ἀγγέλων ἐξωσθείς,
ὁ τῶν νόμων τοῦ θεοῦ ὑβριστής, ὁ τῶν νομίμων ἐχθρός, ὁ τοῖς
πρωτοπλάστοις ἐπαναστὰς καὶ τῆς ἐντολῆς κινήσας τοὺς οὐδὲν
ἀδικήσαντάς σε, ὁ τῷ Ἄβελ ἐπαναστήσας τὸν ἀνθρωποκτόνον Kάϊν,
ὁ τῷ Ἰὼβ ἐπιστρατεύσας, λέγεις τῷ κυρίῳ· Ἐὰν πεσὼν προσκυνήσῃς μοι;
ὢ τῆς τόλμης, ὢ τῆς παραπληξίας· δοῦλος
δραπέτης, δοῦλος μαστιγίας, ἀφηνιάσας τοῦ καλοῦ δεσπότου, δεσπότῃ τηλικούτῳ, θεῷ πάντων τῶν νοητῶν καὶ αἰσθητῶν λέγεις·
Ἐὰν πεσὼν προσκυνήσῃς μοι;
Ὁ δὲ κύριος μακροθυμεῖ καὶ οὐκ εἰς τὸ μὴ ὂν ἀναιρεῖ τὸν ἀπὸ ἀγνοίας τοιαῦτα θρασυνόμενον, ἀλλὰ πράως ἀποκρίνεται· Ὕπαγε σατανᾶ.
οὐκ εἶπεν· Ὕπαγε ὀπίσω μου (οὐ
γὰρ ὑποστρέψαι οἷός τε), ἀλλ'· Ὕπαγε σατανᾶ, ἐν οἷς ἐπελέξω·
ὕπαγε, ἐν οἷς ἠρεθίσθης ἐκ κακονοίας· ἐγὼ γὰρ ὅστις εἰμὶ γινώσκω καὶ ὑπὸ τίνος ἀπέσταλμαι καὶ ὃν χρὴ προσκυνεῖν ἐπίσταμαι.
κύριον γάρ, φησίν, τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ
μόνῳ λατρεύσεις.
οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ
ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν,
καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς
γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα· ἐγὼ γὰρ
ζῶ διὰ τὸν πατέρα.
Tαῦτα, ἀδελφοί, ἀπὸ διαθέσεως τῆς πρὸς ὑμᾶς ἠναγκάσθην ἐπιστεῖλαι εἰς δόξαν θεοῦ παραινῶν, οὐκ ὤν τι, ἀλλ' ὡς
ἀδελφός. ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, τοῖς πρεσβυτέροις, τοῖς διακόνοις· ἀγαπᾶτε ἀλλήλους ἐν κυρίῳ ὡς θεοῦ ἀγάλματα.
ὁρᾶτε
οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε· αἱ γυναῖκες, ὡς
ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει
ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν.
τὰς
ἑορτὰς μὴ ἀτιμάζετε· τὴν τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε (μίμησιν
γὰρ περιέχει τῆς τοῦ κυρίου πολιτείας) καὶ τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· τετράδα καὶ παρασκευὴν νηστεύετε, πένησιν
ἐπιχορηγοῦντες τὴν περισσείαν. εἴ τις κυριακὴν ἢ σάββατον νη

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου