Πατρολογία
ἕτερα δὲ δεικνύς· σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν
ὅ τί ποτέ ἐστιν ἀγνοεῖ, ἀγνοίας πεπλήρωται δι' ἑκούσιον παράνοιαν. πῶς γὰρ οὐκ ἔστιν τοιοῦτος, ὃς μηδὲ πρὸ ποδῶν τὸν ἑαυτοῦ λόγον βλέπει;
Eἰ γὰρ ψιλὸς ἄνθρωπος ὁ κύριος ἐκ ψυχῆς καὶ σώματος,
τί περικόπτεις τὴν γέννησιν τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως;
τί δὲ ὡς παράδοξόν τι ἐπ' ἀνθρώπου γενόμενον τὸ πάθος δόκησιν καλεῖς καὶ τὸν θάνατον τοῦ θνητοῦ δόξαν νομίζεις;
εἰ δὲ
θεὸς καὶ ἄνθρωπος, τί παράνομον καλεῖς τὸν τῆς δόξης κύριον,
τὸν τῇ φύσει ἄτρεπτον; τί παράνομον λέγεις τὸν νομοθέτην, τὸν
οὐκ ἀνθρωπείαν ψυχὴν ἔχοντα; ὁ λόγος σὰρξ ἐγένετο, ὁ λόγος
ἄνθρωπος, οὐκ ἐν ἀνθρώπῳ κατοικήσας.
πῶς δὲ καὶ μάγος
οὗτος, ὁ πάλαι μὲν πᾶσαν αἰσθητὴν καὶ νοητὴν φύσιν κατασκευάσας γνώμῃ πατρός, ἐν δὲ τῇ ἐνανθρωπήσει πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσας;
Πῶς δὲ οὐχ οὗτος θεός, ὁ νεκροὺς ἀνιστῶν, χωλοὺς ἀρτίους ἀποστέλλων, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν, τὰ ὄντα
ἢ αὔξων ἢ μεταβάλλων ὡς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο
ἰχθύας καὶ τὸ ὕδωρ εἰς οἶνον, τὸν δὲ σὸν στρατὸν ῥήματι μόνον
φυγαδεύων;
τί δὲ κακίζεις τὴν φύσιν τῆς παρθένου καὶ τὰ
μόρια ἀποκαλεῖς αἰσχρά, πάλαι ταῦτα πομπεύων καὶ γυμνοῦσθαι
κελεύων ἄρρενας μὲν εἰς ὄψιν θηλειῶν, θηλείας δὲ εἰς ἀκόλαστον
ἐπιθυμίαν ἀρρένων;
νῦν αἰσχρά σοι ταῦτα νενόμισται, καὶ
σεμνὸς εἶναι προσποιῇ, σὺ τὸ τῆς πορνείας πνεῦμα, ἀγνοῶν, ὅτι
τότε γίνεται αἰσχρόν τι, ὅταν παρανομίᾳ ·υπανθῇ, ἁμαρτίας δὲ
ἀπούσης οὐδὲν τῶν γενομένων αἰσχρόν, οὐδὲν φαῦλον, ἀλλὰ πάντα
καλὰ λίαν· καὶ σὺ μὴ βλέπων κακίζεις αὐτά;
Πῶς δὲ πάλιν οὐκέτι σοι δοκεῖ ὁ Χριστὸς εἶναι ἐκ
τῆς παρθένου, ἀλλ' ὁ ἐπὶ πάντων θεός, ὁ ὤν, ὁ παντοκράτωρ;
τίς οὖν ὁ τοῦτον ἀποστείλας, εἰπέ· τίς ὁ τούτου κυριεύων, γνώμῃ
δὲ τίνος οὗτος ἐπειθάρχησεν, νόμων δὲ ποίων πληρωτὴς γέγονεν,
ὁ μήτε γνώμῃ τινὸς μήτε ἐξουσίᾳ εἴκων;
καὶ τὸν Χριστὸν
ἐξαιρῶν τῆς γεννήσεως, τὸν ἀγέννητον νομοθετεῖς γεγεννῆσθαι

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου