Τρίτη 2 Φεβρουαρίου 2021

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 ΠΡOΣ ANTIOΧEIΣ.
 Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ ἠλεημένῃ ὑπὸ θεοῦ, ἐκλε- λεγμένῃ ὑπὸ Χριστοῦ, παροικούσῃ ἐν Συρίᾳ καὶ πρώτῃ Χρι- στοῦ ἐπωνυμίαν λαβούσῃ, τῇ ἐν Ἀντιοχείᾳ, ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν. Ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ κύριος πεποίηκεν μαθόντι εἰρηνεύειν ὑμᾶς καὶ ἐν πάσῃ ὁμονοίᾳ σαρκικῇ τε καὶ πνευματικῇ διάγειν. παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, φυλαττόμενοι τὰς εἰσκωμασάσας αἱρέσεις τοῦ πονηροῦ ἐπ' ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πειθομένων αὐτῷ, προσέχειν δὲ τῇ τῶν ἀποστόλων διδαχῇ καὶ νόμῳ καὶ προφήταις πιστεύειν, πᾶσαν ἰουδαϊκὴν καὶ ἑλληνικὴν ἀπορρίψαι πλάνην καὶ μήτε πλῆθος θεῶν ἐπεισάγειν μήτε τὸν Χριστὸν ἀρνεῖσθαι προφάσει τοῦ ἑνὸς θεοῦ. Mωσῆς τε γὰρ ὁ πιστὸς θεράπων τοῦ θεοῦ εἰπών· Kύριος ὁ θεός σου κύριος εἷς ἐστιν, καὶ τὸν ἕνα καὶ μόνον κηρύξας θεόν, ὡμολόγησεν εὐθέως καὶ τὸν κύριον ἡμῶν λέγων· Kύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. καὶ πάλιν· Kαὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἑξῆς· Ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον. καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν· Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Oἵ τε προφῆται εἰπόντες ὡς ἐκ προσώπου τοῦ θεοῦ· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός, περὶ τοῦ πατρὸς τῶν ὅλων λέγουσιν. καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Υἱός, φησίν, ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἄνωθεν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής. καὶ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. καὶ περὶ τοῦ πάθους· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, καί· Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. Oἵ τε εὐαγγελισταὶ εἰπόντες τὸν ἕνα πατέρα μόνον ἀλη

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου