Σάββατο 13 Φεβρουαρίου 2021

Πατρολογία

Πατρολογία
Ιγνατίου επισκόπου Αντιοχείας επιστολαί
 καὶ σταυρῷ προσηλῶσθαι τὸν ἄναρχον· τίνος συγχωρήσαντος, οὐκ ἔχω εἰπεῖν. ἀλλὰ γὰρ οὐ λέληθάς με τοῦ παλιμβόλου οὐδ' ἀγνοῶ, ὅτι διάλοξα καὶ δίδυμα βαίνεις· ἀγνοεῖς δὲ σύ, τίς ὁ γεννηθείς, ὁ πᾶν εἰδέναι προσποιούμενος. Πολλὰ γάρ σε λανθάνει· ἡ παρθενία Mαρίας, ὁ παράδοξος τοκετός, ὅστις ὁ ἐν τῷ σώματι, ὁ ἡγούμενος ἀστὴρ τῶν ἐν ἀνατολῇ, τῶν τὰ δῶρα κομιζόντων μάγων, ἀρχαγγέλου ἀσπασμὸς πρὸς παρθένον, παρθένου παράδοξος σύλληψις μεμνηστευμένης, παιδὸς προδρόμου κηρυκεία ἐπὶ τῷ ἐκ τῆς παρθένου καὶ ἐν κοιλίᾳ σκίρτησις ἐκ τοῦ προθεωρουμένου, ἀγγέλων ὕμνοι ἐπὶ τῷ τεχθέντι, ποιμένων εὐαγγελία, Ἡρóδου φόβος ἐπὶ ἀφαιρέσει βασιλείας, νηπιοκτόνον πρόσταγμα, εἰς Aἴγυπτον μετανάστασις, ἐκεῖθεν ἐπὶ τὰ τῇδε ἐπάνοδος, σπάργανα παιδικά, ἀπογραφὴ ἀνθρωπίνη, γαλακτοτροφία, ὄνομα πατρὸς οὐ σπείραντος, φάτνη διὰ τὸ μὴ εἶναι τόπον, οὐδεμία παρασκευὴ ἀνθρωπίνη, αὐξήσεως προκοπή, ἀνθρώπινα ῥήματα, πεῖνα, δίψα, ὁδοιπορία, κόπος, θυσιῶν προσκομιδαί, ἐπειδὴ καὶ περιτομή, βάπτισμα, φωνὴ θεοῦ ἐπὶ τῷ βαπτιζομένῳ, ὅστις καὶ πόθεν, μαρτυρία πνεύματος καὶ θεοῦ ὑπεράνωθεν, φωνὴ Ἰωάννου προφήτου σημαίνουσα πάθος διὰ τῆς τοῦ ἀμνοῦ προσηγορίας, σημείων διαφόρων ἐνέργειαι, ἰάσεις ποικίλαι, ἐπιτίμησις δεσποτικὴ προστάττουσα θαλάττῃ καὶ ἀνέμοις, πνεύματα πονηρὰ φυγαδευόμενα, σεαυτὸν στρεβλούμενον, ἐκ τῆς τοῦ φαινομένου δυνάμεως αἰκιζόμενον, οὐκ ἔχοντα ὅ τι ποιήσῃς. ταῦθ' ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος ἡ τεκοῦσα, ἠγνόεις· ἀλλ' ἐξέπληττέν σε ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν μάγων προσκύνησις, ἡ τοῦ ἀστέρος ἐπιτολή. εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ· μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία· ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται. Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας, οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον καὶ τὴν αἰτίαν ἀγνοῶν· μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρσεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη. ἔλεγες γάρ· Eἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου