Πατρολογία
θινὸν θεόν, καὶ τὰ κατὰ τὸν κύριον ἡμῶν οὐ παρέλιπον, ἀλλ'
ἔγραψαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν
καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα
δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
καὶ
περὶ τῆς ἐνανθρωπήσεως· Ὁ λόγος, φησίν, σὰρξ ἐγένετο καὶ
ἐσκήνωσεν ἐν ἡμῖν, καί· Bίβλος γενέσεως Ἰησοῦ Χριστοῦ
υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.
οἱ δὲ ἀπόστολοι εἰπόντες, ὅτι
θεὸς εἷς ἐστιν, εἶπον οἱ αὐτοί, ὅτι εἷς καὶ μεσίτης θεοῦ καὶ
ἀνθρώπων, καὶ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος οὐκ ἐπῃσχύνθησαν· τί γάρ φησιν; Ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν
ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Πᾶς οὖν, ὅστις ἕνα καταγγέλλει θεὸν ἐπ' ἀναιρέσει τῆς
τοῦ Χριστοῦ θεότητος, υἱός ἐστιν διαβόλου καὶ ἐχθρὸς πάσης δικαιοσύνης· ὅ τε ὁμολογῶν Χριστὸν οὐ τοῦ ποιήσαντος τὸν κόσμον
υἱόν, ἀλλ' ἑτέρου τινὸς ἀγνώστου, παρ' ὃν ἐκήρυξεν ὁ νόμος καὶ
οἱ προφῆται, οὗτος ὄργανόν ἐστιν αὐτοῦ τοῦ διαβόλου·
ὅ τε τὴν
ἐνανθρώπησιν παραιτούμενος καὶ τὸν σταυρὸν ἐπαισχυνόμενος, δι'
ὃν δέδεμαι, οὗτός ἐστιν ἀντίχριστος· ὅ τε ψιλὸν ἄνθρωπον λέγων
τὸν Χριστὸν ἐπάρατός ἐστι κατὰ τὸν προφήτην, οὐκ ἐπὶ θεῷ πεποιθώς, ἀλλ' ἐπὶ ἀνθρώπῳ· διὸ καὶ ἄκαρπός ἐστιν παραπλησίως
τῇ ἀγριομυρίκῃ.
Tαῦτα γράφω ὑμῖν, ὦ τοῦ Χριστοῦ νεολαία, οὐ συνειδὼς ὑμῖν τὸ τοιοῦτο φρόνημα, ἀλλὰ προφυλαττόμενος ὑμᾶς, ὡς
πατὴρ τὰ ἑαυτοῦ τέκνα.
βλέπετε οὖν τοὺς κακεντρεχεῖς ἐργάτας, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος
ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν·
βλέπετε τοὺς κύνας τοὺς ἐνεούς, τοὺς ὄφεις τοὺς συρομένους, τὰ
φολιδωτὰ δρακόντια, τὰς ἀσπίδας, τοὺς βασιλίσκους, τοὺς σκορπίους· οὗτοι γάρ εἰσι θῶες ἀλωποί, ἀνθρωπόμιμοι πίθηκοι.
Παύλου καὶ Πέτρου γεγόνατε μαθηταί· μὴ ἀπολέσητε
τὴν παραθήκην. μνημονεύσατε Eὐοδίου τοῦ ἀξιομακαρίστου ποιμένος ὑμῶν, ὃς πρῶτος ἐνεχειρίσθη παρὰ τῶν ἀποστόλων τὴν
ὑμετέραν προστασίαν. μὴ καταισχύνωμεν τὸν πατέρα, γενώμεθα
γνήσιοι παῖδες, ἀλλὰ μὴ νόθοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου