Πατρολογία
στεύει πλὴν ἑνὸς σαββάτου, οὗτος χριστοκτόνος ἐστίν.
Aἱ προσευχαὶ ὑμῶν ἐκταθείησαν εἰς τὴν Ἀντιοχείας
ἐκκλησίαν, ὅθεν καὶ δέσμιος ἀπάγομαι εἰς Ῥώμην. ἀσπάζομαι τὸν
ἅγιον ἐπίσκοπον Πολύκαρπον, ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον
Bιτάλιον καὶ τὸ ἱερὸν πρεσβυτέριον καὶ τοὺς συνδούλους μου τοὺς
διακόνους· ὧν ἐγὼ ἀντίψυχον γενοίμην.
ἔτι συντάσσομαι τῷ
ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις ἐν κυρίῳ· εἴ τις μετὰ Ἰουδαίων
ἐπιτελεῖ τὸ πάσχα ἢ τὰ σύμβολα τῆς ἑορτῆς αὐτῶν δέχεται, κοινωνός ἐστι τῶν ἀποκτεινάντων τὸν κύριον καὶ τοὺς ἀποστόλους
αὐτοῦ.
Ἀσπάζονται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι.
ἀσπάζομαι τὸ σύστημα τῶν παρθένων, τὸ τάγμα τῶν χηρῶν· ὧν
καὶ ὀναίμην. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου.
ἀπέστειλα ὑμῖν ταῦτά μου τὰ γράμματα διὰ Eὐφανίου τοῦ ἀναγνώστου, ἀνδρὸς θεοτιμήτου καὶ πιστοτάτου, συντυχὼν περὶ Ῥήγιον, ἀναγομένου ἐν πλοίῳ. μέμνησθέ μου τῶν δεσμῶν, ἵνα
τελειωθῶ ἐν Χριστῷ.
ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια
φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ
λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου