Τρίτη 31 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα αρχαία Ελληνικά χειρόγραφα της Καινής Διαθήκης: γ) Πλήρης λίστα των Ελληνικών παπύρων της Καινής Διαθήκης (P1-P127).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (31/8)


ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (31/8)

Σήμερα 31/8 εορτάζουν:

  • Κατάθεση Τιμίας Ζώνης της Θεοτόκου
  • Ανακαίνιση του Ναού της Θεοτόκου «ἐν τῷ Νεωρίῳ»
  • Άγιος Φιλέορτος
  • Άγιος Διάδοχος
  • Άγιοι Επτά Παρθένοι από τη Γάζα
  • Άγιοι Ανδρέας ο Στρατηλάτης, Ηράκλειος, Φαύστος, Μηνάς και η συνοδεία τους
  • Άγιοι Τέσσερις Μάρτυρες από την Πέργη της Παμφυλίας
  • Άγιοι Τριακόσιοι Εξήκοντα Έξι Μάρτυρες από τη Νικομήδεια
  • Άγιος Aidan
  • Αγία Cuthburge
  • Σύναξη της Παναγίας της Λυκουρισιώτισσας στην Σκουτερά Αγρινίου

Ἀποστολικό Ἀνάγνωσμα (31/8)

Ἀποστολικό Ἀνάγνωσμα (31/8)

Ἀπόστολος: τῆς Θεοτόκου, Νοεμ. 21 (Ἑβρ. θ΄ 1-7)

Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Εὐαγγελικό Ἀνάγνωσμα (31/8)

Εὐαγγελικό Ἀνάγνωσμα (31/8)

Εὐαγγέλιον: τῆς ἑορτῆς, 8 Σεπτ. (Λκ. ι΄ 38-42, ια΄ 27-28)

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυ­νὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶ­το περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακο­νεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μα­ρία δὲ τὴν ἀγαθὴν μερίδα ἐ­­­ξελέξατο, ἥτις οὐκ ἀ­φαι­ρε­θήσεται ἀπ᾿ αὐτῆς.

Δευτέρα 30 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Οι πάπυροι 7Q3, 7Q4, 7Q5 και 7Q6 – 7Q18.

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (30/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (30/8)

Σήμερα 30/8 εορτάζουν:

  • Άγιοι Αλέξανδρος, Ιωάννης και Παύλος ο νέος, Πατριάρχες Κωνσταντινούπολης
  • Όσιος Φαντίνος θαυματουργός
  • Άγιοι Έξι Μάρτυρες που μαρτύρησαν στη Μελιτινή
  • Όσιος Σαρματάς
  • Οσία Βρυαίνη
  • Άγιοι Δεκαέξι Μάρτυρες οι Θηβαίοι
  • Άγιος Ευλάλιος ο Ιεράρχης
  • Άγιοι Φήλιξ ο επίσκοπος, Ιανουάριος ο πρεσβύτερος, Φορτουνάτος και Σεπτεμίνος
  • Όσιος Φύλαξ
  • Όσιος Αλέξανδρος ηγεμόνας της Ρωσίας
  • Άγιος Φιλωνίδης ο Ιερομάρτυρας
  • Ανακομιδή Ιερών Λειψάνων του Αγίου Αλεξάνδρου «Νιέφσκι»
  • Άγιος Αλέξανδρος του Σβερ

Ἀποστολικό Ἀνάγνωσμα (30/8)

Ἀποστολικό Ἀνάγνωσμα (30/8)

Ἀπόστολος: Δευτ. ια΄ ἑβδ. ἐπιστολῶν (Β΄ Κορ. β΄ 3-15)

3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγρα­ψα ὑμῖν διὰ πολλῶν δακρύ­ων, οὐχ ἵνα λυπηθῆτε, ἀλ­λὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑ­μᾶς. 5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· 7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ πα­ρα­καλέσαι, μήπως τῇ πε­ρισσοτέρᾳ λύπῃ κατα­ποθῇ ὁ τοιοῦτος. 8 διὸ παρακαλῶ ὑμᾶς κυ­ρῶσαι εἰς αὐτὸν ἀγάπην. 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, καὶ ἐγώ· καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι, δι᾿ ὑ­μᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνο­οῦμεν. 12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. 14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.

Εὐαγγελικό Ἀνάγνωσμα (30/8)

Εὐαγγελικό Ἀνάγνωσμα (30/8)

Εὐαγγέλιον: ἡμέρας, Δευτ. ια΄ ἑβδ. Ματθαίου (Ματθ. κγ΄ 13-22)

13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρα­­τε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐ­κεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. 15 Τότε πορευθέντες οἱ Φα­ρισαῖοι συμβούλιον ἔλα­βον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ­ τοὺς μαθητὰς αὐτῶν με­­τὰ τῶν Ἡρῳδιανῶν λέγον­τες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὲ οὖν ἡμῖν, τί σοι δο­κεῖ; ἔξεστι δοῦναι κῆνσον Καί­σαρι ἢ οὔ; 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμα­­σαν, καὶ ἀφέντες αὐτὸν ἀ­­­πῆλ­θον.

Κυριακή 29 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα χειρόγραφα της Νεκράς Θάλασσας.

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (29/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (29/8)

Σήμερα 29/8 εορτάζουν:

  • Η Αποτομή της Τιμίας Κεφαλής του Αγίου Ιωάννου του Προδρόμου
  • Οσία Θεοδώρα η εν Θεσσαλονίκη
  • Άγιος Αρκάδιος ο θαυματουργός επίσκοπος Αρσινόης Κύπρου
  • Κατάθεση Ιερού Λειψάνου του Οσίου Ιωσήφ του ηγιασμένου, του Σαμάκου
  • Άγιος Βασίλειος ο Μακεδών ο αυτοκράτορας
  • Άγιος Sebbi

Ἀποστολικό Ἀνάγνωσμα (29/8)

Ἀποστολικό Ἀνάγνωσμα (29/8)

Ἀπόστολος: τοῦ Προδρόμου, 29 Αὐγ. (Πράξ. ιγ΄ 25-32)

25 ὡς δὲ ἐπλήρου ὁ Ἰωάν­νης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦ­σαι. 26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. 27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχον­­τες αὐτῶν τοῦτον ἀγνο­ήσαντες, καὶ τὰς φωνὰς τῶν ­προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγι­νω­σκο­­­μένας κρίναντες ἐπλή­ρωσαν, 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐ­τόν. 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγ­γελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰη­σοῦν.

Εὐαγγελικό Ἀνάγνωσμα (29/8)

Εὐαγγελικό Ἀνάγνωσμα (29/8)

Εὐαγγέλιον: τοῦ Προδρόμου, 29 Αὐγ. (Μάρκ. ς΄ 14-30)

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. 17 αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀ­­­ποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελ­φοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγά­μησεν. 18 ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελ­φοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκού­σας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. 21 καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀ­­­­ρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτη­σόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. 23 καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. 24 ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25 καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27 καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα­ ἐπέταξεν ἐνεχθῆναι τὴν κε­φαλὴν αὐτοῦ. 28 ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάν­τα, καὶ ὅσα ἐποίησαν καὶ ὅ­­­σα ἐδίδαξαν. 

Σάββατο 28 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Ο πάπυρος 7Q2 (LXXEpJer).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (28/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (28/8)

Σήμερα 28/8 εορτάζουν:

  • Όσιος Μωυσής ο Αιθίοπας
  • Άγιοι Διομήδης και Λαυρέντιος
  • Δίκαιος Εζεκίας ο Βασιλιάς
  • Άγιοι Τριακοντατρείς Μάρτυρες από την Ηράκλεια
  • Προφήτιδα Άννα θυγατέρα του Φανουήλ
  • Άγιος Δάμων ο Ιερομάρτυρας
  • Σύναξη των Αγίων πατέρων των Σπηλαίων του Κιέβου
  • Σύναξη των Ευρυτάνων Αγίων
  • Σύναξη των τριών Αγίων της Υπάτης

Ἀποστολικό Ἀνάγνωσμα (28/8)

Ἀποστολικό Ἀνάγνωσμα (28/8)

Ἀπόστολος: ἡμέρας, Σαβ. ι΄ ἑβδ. ἐπιστολῶν (Ῥωμ. ιε΄ 30-33)

30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, 31 ἵνα ρυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις, 32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν. 33 ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα (28/8)


Εὐαγγελικό Ἀνάγνωσμα (28/8)

Εὐαγγέλιον: ἡμέρας, Σαβ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. ιζ΄ 24-ιη΄ 4)

24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθα­σεν αὐτὸν ὁ Ἰησοῦς λέγων·­ τί σοι δοκεῖ, Σίμων; οἱ βασι­λεῖς τῆς γῆς ἀπὸ τίνων λαμ­βάνουσι τέλη ἢ κῆνσον; ἀ­­­πὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 λέγει αὐτῷ ὁ Πέτρος· ἀ­­πὸ τῶν ἀλλοτρίων. ἔφη αὐ­­τῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθε­ροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λα­­βὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. 

Παρασκευή 27 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Ο πάπυρος 7Q1 (LXXEx).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (27/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (27/8)

Σήμερα 27/8 εορτάζουν:

  • Όσιος Ποιμήν
  • Αγία Ανθούσα η νέα
  • Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
  • Άγιος Λιβέριος ο Ομολογητής, Πάπας Ρώμης
  • Άγιος Όσιος επίσκοπος Κορδούης της Ισπανίας
  • Μνήμη της Βάπτισης του Αιθίοπα Ευνούχου από τον Άγιο Φίλιππο
  • Άγιος Αρκάδιος ο βασιλιάς
  • Όσιος Θεόκλητος

Ἀποστολικό Ἀνάγνωσμα (27/8)

Ἀποστολικό Ἀνάγνωσμα (27/8)

Ἀπόστολος: ἡμέρας, Παρ. ι΄ ἑβδ. ἐπιστολῶν (Β΄ Κορ. α΄ 12-20)

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκι­κῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνε­στράφημεν ἐν τῷ κόσ­μῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπι­γνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. 15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε, 16 καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑ­­­­­­­­­­­­­­­­­­­­μᾶς καὶ ὑφ᾿ ὑμῶν προ­­­­­πεμ­φθῆ­ναι εἰς τὴν Ἰουδαί­αν. 17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρη­σάμην; ἢ ἃ βουλεύομαι, κα­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­τὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ καὶ ἐν αὐτῷ τὸ ἀμήν, τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν.

Εὐαγγελικό Ἀνάγνωσμα (27/8)

Εὐαγγελικό Ἀνάγνωσμα (27/8)

Εὐαγγέλιον: ἡμέρας, Παρ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. κβ΄ 23-33)

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν. καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· διδάσκαλε,­ Μω­σῆς εἶπεν, ἐάν τις ἀπο­θάνῃ μὴ ἔχων τέκνα, ἐπι­γα­μ­βρεύσει ὁ ἀδελφὸς αὐ­­­τοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀνα­στήσει σπέρμα τῷ ἀδελ­φῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέ­θανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ρηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θε­­ὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θε­­ὸς Θεὸς νεκρῶν, ἀλλὰ ζών­των. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Πέμπτη 26 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Ο πάπυρος 4Q121 (LXXNum).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (26/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (26/8)

Σήμερα 26/8 εορτάζουν:

  • Άγιοι Ανδριανός και Ναταλία
  • Όσιος Ιωάσαφ γιος του βασιλιά της Ινδίας Αβενίρ
  • Όσιος Τιθόης
  • Άγιοι Εικοσιτρείς Μάρτυρες
  • Άγιοι Αττικός και Σισίνιος
  • Όσιος Ιβιστίων
  • Άγιος Ανδριανός
  • Άγιος Γελάσιος
  • Όσιος Αδριανός εκ Ρωσίας
  • Οσία Μαρία Ιβάνοβνα του Ντιβέεβο η Δια Χριστόν Σαλή
  • Σύναξη της Υπεραγίας Θεοτόκου του Βλαδιμήρου

Ἀποστολικό Ἀνάγνωσμα (26/8)

Ἀποστολικό Ἀνάγνωσμα (26/8)

Ἀπόστολος: ἡμέρας, Πέμ. ι΄ ἑβδ. ἐπιστολῶν (Β΄ Κορ. α΄ 1-7)

Παῦλος, ἀπόστολος Ἰη­σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πα­τὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐν πά­σῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύ­­νασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς πα­ρακλήσεως ἧς παρακα­λού­­­μεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· 5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργου­μένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, εἴτε πα­ρα­καλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σω­τηρίας, 7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.

Εὐαγγελικό Ἀνάγνωσμα (26/8)

Εὐαγγελικό Ἀνάγνωσμα (26/8)

Εὐαγγέλιον: ἡμέρας, Πέμ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. κα΄ 43-46)

43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· 44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λί­­θον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμή­σει αὐτόν. 45 καὶ ἀκούσαντες οἱ ἀρχι­ε­ρεῖς καὶ οἱ Φαρισαῖοι τὰς πα­­ραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46 καὶ ζητοῦντες αὐτὸν κρα­τῆσαι ἐφοβήθησαν τοὺς ὄ­­­χλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.

Τετάρτη 25 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Ο πάπυρος 4Q119 (LXXLev a).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (25/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (25/8)

Σήμερα 25/8 εορτάζουν:

  • Ανακομιδή Ιερών Λειψάνων του Αγίου Βαρθολομαίου του Αποστόλου
  • Άγιος Τίτος ο Απόστολος
  • Άγιος Ιωάννης ο Καρπάθιος
  • Άγιοι Επιφάνιος και Ιωάννης Αρχιεπίσκοποι Κωνσταντινουπόλεως
  • Άγιος Μηνάς Αρχιεπίσκοπος Κωνσταντινουπόλεως
  • Άγιος Σάββας Βενεθάλων
  • Αγία Κωνσταντία η εν Πάφω
  • Οσία Ebba η Πρεσβυτέρα

Ἀποστολικό Ἀνάγνωσμα (25/8)

Ἀποστολικό Ἀνάγνωσμα (25/8)

Ἁπόστολος: ἀποστ. Τίτου, 25 Αὐγ. (Τίτ. α΄ 1-5, β΄ 15-γ΄ 2, 12-15)

Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι­στοῦ κατὰ πίστιν ἐκλε­κτῶν Θεοῦ καὶ ἐπί­γνω­σιν ἀ­ληθείας τῆς κατ’ εὐσέ­βειαν 2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, 3 ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐ-γὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆ­ρος ἡμῶν Θεοῦ, 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. 5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,

Εὐαγγελικό Ἀνάγνωσμα (25/8)

Εὐαγγελικό Ἀνάγνωσμα (25/8)

Εὐαγγέλιον: ἀποστόλων, 12 Νοεμ. (Ματθ. ε΄ 14-19)

14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Τρίτη 24 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Ο πάπυρος 4Q122 (LXXDeut).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (24/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (24/8)

Σήμερα 24/8 εορτάζουν:

  • Άγιος Ευτυχής Ιερομάρτυρας μαθητής του Αγίου Ιωάννη Θεολόγου
  • Άγιος Κοσμάς ο Αιτωλός
  • Ανακομιδή Ιερών Λειψάνων του Αγίου Διονυσίου του Ζακυνθινού
  • Άγιος Τατίων
  • Όσιος Γεώργιος ο Λιμνιώτης, ο Ομολογητής
  • Όσιος Αρσένιος ο θαυματουργός
  • Ανακομιδή Ιερών Λειψάνων του Αγίου Πέτρου Μητροπολίτη Μόσχας
  • Όσιος Αριστοκλής ο Αθωνίτης

Ἀποστολικό Ἀνάγνωσμα (24/8)

Ἀποστολικό Ἀνάγνωσμα (24/8)

Ἀπόστολος: ἡμέρας, Τρ. ι΄ ἑβδ. ἐπιστολῶν (Α΄ Κορ. ιε΄ 29-38)

29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; 30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31 καθ᾿ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθη­ριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. 33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω. 35 Ἀλλ᾿ ἐρεῖ τις· πῶς ἐγεί­ρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; 36 ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται ἐὰν μὴ ἀπο­θάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπεί­ρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.

Εὐαγγελικό Ἀνάγνωσμα (24/8)

Εὐαγγελικό Ἀνάγνωσμα (24/8)

Εὐαγγέλιον: ἡμέρας, Τρ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. κα΄ 23-27)

23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔ­­­δωκε τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25 τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογί­­ζοντο παρ’ ἑαυτοῖς λέγον­τες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· 26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄ­­­χλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Δευτέρα 23 Αυγούστου 2021

Πατρολογία

Πατρολογία

Τα Ελληνικά Χειρόγραφα της Νεκράς Θάλασσας : Ο πάπυρος 4Q120 (4QLXXLev b).

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (23/8)

ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ (23/8)

Σήμερα 23/8 εορτάζουν:

  • Άγιος Λούππος
  • Άγιοι Ειρηναίος και Πόθεινος Ιερομάρτυρας, επίσκοποι Λουγδούνου
  • Απόδοση εορτής κοιμήσεως Θεοτόκου
  • Άγιος Ειρηναίος επίσκοπος Σιρμίου
  • Όσιος Καλλίνικος Πατριάρχης Κωνσταντινούπολης
  • Άγιοι Τριακονταοκτώ Μάρτρες που μαρτύρησαν στη Θράκη
  • Άγιος Αντώνιος επίσκοπος Σάρδης
  • Όσιος Νικόλαος ο Σικελιώτης
  • Όσιος Χαράλαμπος ο Νεοφανής
  • Μετακομιδή του Ιερού λειψάνου του Οσίου Κασσιανού